Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.14 Dem. 10.18 (English) >>Dem. 10.22

10.16τῶν δʼ Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων καὶ τόπου καὶ δόξης, ὧν μήτʼ ἐκείνῳ μήτʼ ἄλλῳ γένοιτο μηδενὶ χειρωσαμένῳ τὴν πόλιν τὴν ἡμετέραν κυριεῦσαι, οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν. 10.17οὐκ ἔστι ταῦτα, ἀλλὰ κἀκεῖνʼ ὑπὲρ τοῦ τούτων γίγνεσθαι κύριος καὶ τἄλλα πάντα πραγματεύεται. ταῦτα τοίνυν ἕκαστον εἰδότα καὶ γιγνώσκοντα παρʼ αὑτῷ δεῖ μὰ Δίʼ οὐ γράψαι κελεύειν πόλεμον τὸν τὰ βέλτιστʼ ἐπὶ πᾶσι δικαίοις συμβουλεύοντα· τοῦτο μὲν γάρ ἐστι λαβεῖν ὅτῳ πολεμήσετε βουλομένων, οὐχ τῇ πόλει συμφέρει πράττειν. 10.18ὁρᾶτε γάρ. εἰ διʼ πρῶτα παρεσπόνδησε Φίλιππος δεύτερʼ τρίτα (πολλὰ γάρ ἐστιν ἐφεξῆς) ἔγραψέ τις αὐτῷ πολεμεῖν, δʼ ὁμοίως ὥσπερ νῦν, οὐ γράφοντος οὐδενὸς ὑμῶν πόλεμον, Καρδιανοῖς ἐβοήθει, οὐκ ἂν ἀνηρπασμένος ἦν γράψας, καὶ διὰ τοῦτο πάντες ᾐτιῶντʼ ἂν αὐτὸν Καρδιανοῖς βεβοηθηκέναι; 10.19μὴ τοίνυν ζητεῖθʼ ὅντινʼ ἀνθʼ ὧν Φίλιππος ἐξαμαρτάνει μισήσετε καὶ τοῖς παρʼ ἐκείνου μισθαρνοῦσι διασπάσασθαι παραβαλεῖτε· μηδʼ αὐτοὶ χειροτονήσαντες πόλεμον βούλεσθε παρʼ αὐτοῖς ὑμῖν ἐρίζειν, εἰ δέον μὴ δέον ὑμᾶς τοῦτο πεποιηκέναι· ἀλλʼ ὃν ἐκεῖνος πολεμεῖ τρόπον, τοῦτον μιμεῖσθε, τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τἄλλʼ ὅσων δέονται διδόντες, αὐτοὶ δʼ εἰσφέροντες, ἄνδρες Ἀθηναῖοι, καὶ κατασκευαζόμενοι στράτευμα, τριήρεις ταχείας, ἵππους, ἱππαγωγούς, τἄλλʼ ὅσʼ εἰς πόλεμον·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.14 Dem. 10.18 (English) >>Dem. 10.22

Powered by PhiloLogic